Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.107.2 Hdt. 9.109.2 (English) >>Hdt. 9.110.2

9.108.2 ἁρμόσας δὲ καὶ τὰ νομιζόμενα ποιήσας ἀπήλαυνε ἐς Σοῦσα· ἐπεὶ δὲ ἐκεῖ τε ἀπίκετο καὶ ἠγάγετο ἐς ἑωυτοῦ Δαρείῳ τὴν γυναῖκα, οὕτω δὴ τῆς Μασίστεω μὲν γυναικὸς ἐπέπαυτο, δὲ διαμειψάμενος ἤρα τε καὶ ἐτύγχανε τῆς Δαρείου μὲν γυναικὸς Μασίστεω δὲ θυγατρός· οὔνομα δὲ τῇ γυναικὶ ταύτῃ ἦν Ἀρταΰντη.

ch. 109 9.109.1 χρόνου δὲ προϊόντος ἀνάπυστα γίνεται τρόπῳ τοιῷδε. ἐξυφήνασα Ἄμηστρις Ξέρξεω γυνὴ φᾶρος μέγα τε καὶ ποικίλον καὶ θέης ἄξιον διδοῖ Ξέρξῃ. δὲ ἡσθεὶς περιβάλλεταί τε καὶ ἔρχεται παρὰ τὴν Ἀρταΰντην· 9.109.2 ἡσθεὶς δὲ καὶ ταύτῃ ἐκέλευσε αὐτὴν αἰτῆσαι τι βούλεταί οἱ γενέσθαι ἀντὶ τῶν αὐτῷ ὑπουργημένων· πάντα γὰρ τεύξεσθαι αἰτήσασαν. τῇ δὲ κακῶς γὰρ ἔδεε πανοικίῃ γενέσθαι, πρὸς ταῦτα εἶπε Ξέρξῃ· “δώσεις μοι τὸ ἄν σε αἰτήσω;” δὲ πᾶν μᾶλλον δοκέων κείνην αἰτῆσαι ὑπισχνέετο καὶ ὤμοσε. δὲ ὡς ὤμοσε ἀδεῶς αἰτέει τὸ φᾶρος. 9.109.3 Ξέρξης δὲ παντοῖος ἐγίνετο οὐ βουλόμενος δοῦναι, κατʼ ἄλλο μὲν οὐδέν, φοβεόμενος δὲ Ἄμηστριν, μὴ καὶ πρὶν κατεικαζούσῃ τὰ γινόμενα οὕτω ἐπευρεθῇ πρήσσων· ἀλλὰ πόλις τε ἐδίδου καὶ χρυσὸν ἄπλετον καὶ στρατόν, τοῦ ἔμελλε οὐδεὶς ἄρξειν ἀλλʼ ἐκείνη. Περσικὸν δὲ κάρτα στρατὸς δῶρον. ἀλλʼ οὐ γὰρ ἔπειθε, διδοῖ τὸ φᾶρος. δὲ περιχαρὴς ἐοῦσα τῷ δώρῳ ἐφόρεέ τε καὶ ἀγάλλετο.



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.107.2 Hdt. 9.109.2 (English) >>Hdt. 9.110.2

Powered by PhiloLogic